Σήμερον γεννάται εκ Παρθένου ο δρακί την πάσαν έχων κτίσιν…

Σήμερον γεννᾶται ἐκ Παρθένου, ὁ δρακὶ τὴν πᾶσαν ἔχων κτίσιν

Ῥάκει καθάπερ βροτὸς σπαργανοῦται, ὁ τῇ οὐσίᾳ ἀναφής.

Θεὸς ἐν φάτνῃ ἀνακλίνεται, ὁ στερεώσας τοὺς οὐρανούς πάλαι κατ’ ἀρχάς.

Ἐκ μαζῶν γάλα τρέφεται, ὁ ἐν τῇ ἐρήμῳ Μάννα ὀμβρίσας τῷ Λαῷ.

Μάγους προσκαλεῖται, ὁ Νυμφίος τῆς Ἐκκλησίας.

Δῶρα τούτων αἴρει, ὁ Υἱὸς τῆς Παρθένου.

Προσκυνοῦμέν σου τὴν Γένναν Χριστέ

Δεῖξον ἡμῖν καὶ τὰ θεῖά σου Θεοφάνεια.

Πηγή:  proskynitis.blogspot.gr 

Αρέσει σε %d bloggers: