Ακολουθία Κυριακής 10.03.2013 | Των Απόκρεω

untitled

10 ΜΑΡΤΙΟΥ 2013

† ΚΥΡΙΑΚΗ ΤΗΣ ΑΠΟΚΡΕΩ.

«Μνεία τῆς δευτέρας καὶ ἀδεκάστου παρουσί‐

ας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ». Κοδρά‐

του τοῦ ἐν Κορίνθῳ καὶ τῶν σὺν αὐτῷ πέντε

μαρτύρων (†251). Ἀναστασίας τῆς πατρικίας,

Μιχαὴλ Μαυροειδῆ νεομάρτυρος τοῦ ἐν Ἀδρι‐

ανουπόλει (†1544).

Ἦχος βαρύς. Ἑωθινὸν Ζ´.

* * * * *

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,

Συναπτὴ μεγάλη, μεθ᾿ ἣν ἐκφώνησις·

Ὅτι πρέπει σοι πᾶσα δόξα…

Ἦχος βαρύς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημέ‐

νος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγα‐

θός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ

τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι

θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ΑΠΟΛΥΤΙΚΙΑ

Τὸ Ἀναστάσιμον. Ἦχος βαρύς.

Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον· ἠνέ‐

ῳξας τῷ λῃστῇ τὸν Παράδεισον· τῶν Μυρο‐

φόρων τὸν θρῆνον μετέβαλες, καὶ τοῖς σοῖς

Ἀποστόλοις κηρύττειν ἐπέταξας, ὅτι ἀνέστης

Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔ‐

λεος.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Ὡς τῆς ἡμῶν ἀναστάσεως θησαύρισμα, τοὺς

ἐπὶ σοὶ πεποιθότας Πανύμνητε, ἐκ λάκκου

καὶ βυθοῦ πταισμάτων ἀνάγαγε· σὺ γὰρ τοὺς

ὑπευθύνους τῇ ἁμαρτίᾳ, ἔσωσας τεκοῦσα τὴν

σωτηρίαν, ἡ πρὸ τόκου παρθένος, καὶ ἐν τόκῳ

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθέ‐

νος.

Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·

Ὅτι σὸν τὸ κράτος…

* * *

ΚΑΘΙΣΜΑΤΑ

[Τὸ Ψαλτήριον καὶ ὁ πολυέλεος

«Ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος».]

Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα.

Ἀναστάσιμον. Ἦχος βαρύς.

Ἡ ζωὴ ἐν τῷ τάφῳ ἀνέκειτο, καὶ σφραγὶς ἐν

τῷ λίθῳ ἐπέκειτο· ὡς βασιλέα ὑπνοῦντα,

στρατιῶται ἐφύλαττον Χριστόν, καὶ Ἄγγελοι

ἐδόξαζον, ὡς Θεὸν ἀθάνατον· γυναῖκες δὲ ἐ‐

κραύγαζον· Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κό‐

σμῳ τὸ μέγα ἔλεος.

Δόξα.

Τῇ τριημέρῳ ταφῇ σου σκυλεύσας τὸν θάνα‐

τον, καὶ φθαρέντα τὸν ἄνθρωπον, τῇ ζωηφό‐

ρῳ ἐγέρσει σου, ἀναστήσας Χριστὲ ὁ Θεός, ὡς

φιλάνθρωπος· δόξα σοι.

Καὶ νῦν. Θεοτοκίον.

Τὸν σταυρωθέντα ὑπὲρ ἡμῶν, καὶ ἀναστάντα

Χριστὸν τὸν Θεόν, καὶ καθελόντα τοῦ θανά‐

του τὸ κράτος, ἀπαύστως ἱκέτευε Θεοτόκε

Παρθένε, ἵνα σώσῃ τὰς ψυχὰς ἡμῶν.

Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα.

Ἦχος βαρύς.

Ἐσφραγισμένου τοῦ μνήματος, ἡ ζωὴ ἐκ τά‐

φου ἀνέτειλας Χριστὲ ὁ Θεός· καὶ τῶν θυρῶν

κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης, ἡ

πάντων ἀνάστασις· Πνεῦμα εὐθὲς δι᾿ αὐτῶν

ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος.

Δόξα.

Ἐπὶ τὸ μνῆμα ἔδραμον γυναῖκες, μετὰ δακρύ‐

ων μύρα φέρουσαι, καὶ στρατιωτῶν φυλασ‐

σόντων σε, τὸν τῶν ὅλων Βασιλέα, ἔλεγον

πρὸς ἑαυτάς· Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον;

2

καὶ φωνῆς Ἀσωμάτων ἤκουον λεγούσης. Ἀ‐

νέστη ὁ μεγάλης βουλῆς Ἄγγελος, πατήσας

τὸν θάνατον. Παντοδύναμε Κύριε, δόξα σοι.

Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε Κεχαριτωμένη Θεοτόκε Παρθένε, λι‐

μὴν καὶ προστασία τοῦ γένους τῶν ἀνθρώ‐

πων· ἐκ σοῦ γὰρ ἐσαρκώθη ὁ Λυτρωτὴς τοῦ

κόσμου· μόνη γὰρ ὑπάρχεις Μήτηρ καὶ Παρ‐

θένος· ἀεὶ εὐλογημένη, καὶ δεδοξασμένη,

πρέσβευε Χριστῷ τῷ Θεῷ, εἰρήνην δωρήσα‐

σθαι, πάσῃ τῇ οἰκουμένῃ.

* * *

ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ

[Μετὰ τὸν Ἄμωμον, τὰ Εὐλογητάρια]

Ἦχος πλ. α´.

Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώμα‐

τά σου.

Τῶν ἀγγέλων ὁ δῆμος * κατεπλάγη ὁρῶν σε *

ἐν νεκροῖς λογισθέντα, * τοῦ θανάτου δέ, Σῶ‐

τερ, * τὴν ἰσχὺν καθελόντα * καὶ σὺν ἑαυτῷ *

τὸν Ἀδὰμ ἐγείραντα * καὶ ἐξ ᾅδου * πάντας ἐ‐

λευθερώσαντα.

Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώμα‐

τά σου.

Τί τὰ μύρα * συμπαθῶς τοῖς δάκρυσιν, * ὦ μα‐

θήτριαι, κιρνᾶτε; * ὁ ἀστράπτων * ἐν τῷ τάφῳ

ἄγγελος * προσεφθέγγετο ταῖς μυροφόροις· *

Ἴδετε ὑμεῖς * τὸν τάφον καὶ ἥσθητε· * ὁ Σω‐

τὴρ γὰρ * ἐξανέστη τοῦ μνήματος.

Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώμα‐

τά σου.

Λίαν πρωῒ * μυροφόροι ἔδραμον * πρὸς τὸ

μνῆμά σου θρηνολογοῦσαι· * ἀλλ᾿ ἐπέστη *

πρὸς αὐτὰς ὁ ἄγγελος καὶ εἶπε· * Θρήνου ὁ

καιρὸς * πέπαυται· μὴ κλαίετε· * τὴν ἀνάστα‐

σιν δὲ * ἀποστόλοις εἴπατε.

Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώμα‐

τά σου.

Μυροφόροι γυναῖκες * μετὰ μύρων ἐλθοῦσαι

* πρὸς τὸ μνῆμά σου Σῶτερ, * ἐνηχοῦντο ἀγ‐

γέλου * πρὸς αὐτὰς φθεγγομένου· * Τί μετὰ

νεκρῶν * τὸν ζῶντα λογίζεσθε; * ὡς Θεὸς γὰρ

* ἐξανέστη τοῦ μνήματος.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.

Προσκυνοῦμεν Πατέρα * καὶ τὸν τούτου Υἱόν

τε * καὶ τὸ ἅγιον Πνεῦμα, * τὴν ἁγίαν Τριάδα

* ἐν μιᾷ τῇ οὐσίᾳ, * σὺν τοῖς Σεραφὶμ * κρά‐

ζοντες τὸ Ἅγιος, * ἅγιος, ἅγιος εἶ, Κύριε.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ‐

νων. Ἀμήν.

Ζωοδότην τεκοῦσα, * ἐλυτρώσω, Παρθένε, *

τὸν Ἀδὰμ ἁμαρτίας· * χαρμονὴν δὲ τῇ Εὔᾳ *

ἀντὶ λύπης παρέσχες· * ῥεύσαντα ζωῆς, * ἴθυ‐

νε πρὸς ταύτην δὲ * ὁ ἐκ σοῦ σαρκωθεὶς * Θε‐

ὸς καὶ ἄνθρωπος.

Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα· δόξα σοι

ὁ Θεός. (ἐκ γ´)

Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·

Ὅτι ηὐλόγηταί Σου…

* * *

ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ

Ἡ Ὑπακοή. Ἦχος βαρύς.

Ὁ ἡμετέραν μορφὴν ἀναλαβών, καὶ ὑπομεί‐

νας Σταυρὸν σωματικῶς, σῶσόν με τῇ ἀνα‐

στάσει σου, Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος.

Οἱ Ἀναβαθμοί. Ἦχος βαρύς.

Ἀντίφωνον Α´.

Τὴν αἰχμαλωσίαν Σιών, ἐκ πλάνης ἐπιστρέ‐

ψας, κἀμὲ Σωτὴρ ζώωσον, ἐξαίρων δουλοπα‐

θείας.

Ἐν τῷ νότῳ ὁ σπείρων θλίψεις, νηστείας μετὰ

δακρύων, οὗτος χαρᾶς δρέψεται, δράγματα ἀ‐

ειζωοτροφίας.

Δόξα. Καὶ νῦν.

Ἁγίῳ Πνεύματι, πηγὴ τῶν θείων θησαυρι‐

σμάτων, ἐξ οὗ σοφία, σύνεσις, φόβος· αὐτῷ

αἴνεσις, δόξα, τιμή, καὶ κράτος.

Ἀντίφωνον Β´.

Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον τὸν τῆς ψυ‐

χῆς, μάτην κοπιῶμεν· πλὴν γὰρ αὐτοῦ, οὐ

πρᾶξις, οὐ λόγος τελεῖται.

3

Τοῦ καρποῦ τῆς γαστρός, οἱ Ἅγιοι πνευματο‐

κινήτως, ἀναβλαστοῦσι, πατρῷα δόγματα υἱ‐

οθεσίας.

Δόξα. Καὶ νῦν.

Ἁγίῳ Πνεύματι, τὰ σύμπαντα τὸ εἶναι ἔχει·

πρὸ πάντων γὰρ Θεός, τῶν ὅλων κυριότης,

φῶς ἀπρόσιτον, ζωὴ τῶν πάντων.

Ἀντίφωνον Γ´.

Οἱ φοβούμενοι τὸν Κύριον, ὁδοὺς ζωῆς εὑρόν‐

τες, νῦν καὶ ἀεὶ μακαριοῦνται, δόξῃ ἀκηράτῳ.

Κύκλῳ τῆς τραπέζης σου, ὡς στελέχη βλέ‐

πων τὰ ἔκγονά σου, χαῖρε εὐφραίνου, προσά‐

γων ταῦτα, τῷ Χριστῷ ποιμενάρχα.

Δόξα. Καὶ νῦν.

Ἁγίῳ Πνεύματι, βυθὸς χαρισμάτων, πλοῦτος

δόξης, κριμάτων βάθος μέγα· ὁμόδοξον Πα‐

τρὶ καὶ Υἱῷ, λατρευτὸν γάρ.

Προκείμενον. Ψαλμὸς θ´ (9).

Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ

σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.

(δίς)

Στίχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ

καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά

σου.

Ἀνάστηθι, Κύριε ὁ Θεός μου…

* * *

ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ

Ὁ διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Κύριε, ἐλέησον.

Ὁ ἱερεύς· Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, …

Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ·

αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως

αὐτοῦ.

Αἰνεσάτω πνοὴ… πᾶσα τὸν Κύριον.

Ὁ διάκονος· Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡ‐

μᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου

Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.

Κύριε, ἐλέησον_______. (γ´)

Ὁ διάκονος· Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁ‐

γίου Εὐαγγελίου.

Ὁ ἱερεύς· Εἰρήνη πᾶσι.

Καὶ τῷ Πνεύματί σου.

Ὁ ἱερεύς· Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγε‐

λίου τὸ ἀνάγνωσμα.

Ὁ διάκονος· Πρόσχωμεν.

Δόξα σοι, Κύριε, δόξα σοι.

Ὁ ἱερεὺς ἀναγινώσκει

τὸ ἐνδιάτακτον ἑωθινὸν Εὐαγγέλιον.

Ἑωθινὸν Ζ´

Ἐκ τοῦ κατὰ Ἰωάννην (κ´ 1‐10).

Τῇ μιᾷ τῶν σαββάτων, Μαρία ἡ Μαγδαληνὴ

ἔρχεται πρωὶ σκοτίας ἔτι οὔσης εἰς τὸ μνημεῖ‐

ον, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνη‐

μείου. Τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα

Πέτρον καὶ πρὸς τὸν ἄλλον μαθητὴν ὃν ἐφί‐

λει ὁ Ἰησοῦς, καὶ λέγει αὐτοῖς· Ἦραν τὸν Κύ‐

ριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔ‐

θηκαν αὐτόν. Ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ

ἄλλος μαθητὴς καὶ ἤρχοντο εἰς τὸ μνημεῖον.

Ἔτρεχον δὲ οἱ δύο ὁμοῦ· καὶ ὁ ἄλλος μαθητὴς

προέδραμε τάχιον τοῦ Πέτρου καὶ ἦλθε πρῶ‐

τος εἰς τὸ μνημεῖον, καὶ παρακύψας βλέπει

κείμενα τὰ ὀθόνια· οὐ μέντοι εἰσῆλθεν. Ἔρχε‐

ται οὖν Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ, καὶ

εἰσῆλθεν εἰς τὸ μνημεῖον καὶ θεωρεῖ τὰ ὀθό‐

νια κείμενα, καὶ τὸ σουδάριον, ὃ ἦν ἐπὶ τῆς

κεφαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμε‐

νον, ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τό‐

πον. Τότε οὖν εἰσῆλθε καὶ ὁ ἄλλος μαθητὴς ὁ

ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδε καὶ ἐ‐

πίστευσεν· οὐδέπω γὰρ ᾔδεισαν τὴν γραφὴν

ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. Ἀπῆλθον

οὖν πάλιν πρὸς ἑαυτοὺς οἱ μαθηταί.

Δόξα σοι, Κύριε, δόξα σοι.

Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης·

Ἀνάστασιν Χριστοῦ θεασάμενοι, * προσκυνή‐

σωμεν ἅγιον Κύριον Ἰησοῦν, * τὸν μόνον ἀ‐

ναμάρτητον. * Τὸν σταυρόν σου, Χριστέ, προ‐

σκυνοῦμεν * καὶ τὴν ἁγίαν σου ἀνάστασιν *

4

ὑμνοῦμεν καὶ δοξάζομεν· * σὺ γὰρ εἶ Θεὸς ἡ‐

μῶν, * ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, * τὸ ὄνο‐

μά σου ὀνομάζομεν. * Δεῦτε πάντες οἱ πιστοὶ

προσκυνήσωμεν * τὴν τοῦ Χριστοῦ ἁγίαν ἀ‐

νάστασιν· * ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ *

χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. * Διὰ παντὸς εὐλο‐

γοῦντες τὸν Κύριον, * ὑμνοῦμεν τὴν ἀνάστα‐

σιν αὐτοῦ. * Σταυρὸν γὰρ ὑπομείνας δι᾿ ἡμᾶς,

* θανάτῳ θάνατον ὤλεσεν.

Οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον

τὸν ν´ ψαλμόν, προτάσσοντες (ἐν Κυριακῇ)

τὴν προφώνησιν Ἐλεῆμον.

Ἦχος πλ. δ´.

Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου

καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξά‐

λειψον τὸ ἀνόμημά μου.

Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου

καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.

Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁ‐

μαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός.

Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν

σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λό‐

γοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.

Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁ‐

μαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.

Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ

τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.

Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι·

πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.

Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀ‐

γαλλιάσονται ὀστέα τεταπεινωμένα.

Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁ‐

μαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξά‐

λειψον.

Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ

πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις

μου.

Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου,

καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς

ἀπ᾿ ἐμοῦ.

Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου

σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.

Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς

ἐπὶ σὲ ἐπιστρέψουσι.

Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σω‐

τηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν

δικαιοσύνην σου.

Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα

μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.

Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυ‐

τώματα οὐκ εὐδοκήσεις.

Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρ‐

δίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ

Θεὸς οὐκ ἐξουδενώσει.

Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σι‐

ών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.

Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφο‐

ρὰν καὶ ὁλοκαυτώματα.

Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μό‐

σχους.

Ἐν Κυριακῇ προστίθεται εἰς τὸν τελευταῖον

στίχον τὸ ἐφύμνιον· Καὶ ἐλέησόν με, ὁ Θεός.

Δόξα. Ἦχος πλ. δ´.

Τῆς μετανοίας ἄνοιξόν μοι πύλας, ζωοδότα· *

ὀρθρίζει γὰρ τὸ πνεῦμά μου * πρὸς ναὸν ἅγι‐

όν σου, * ναὸν φέρον τοῦ σώματος * ὅλον ἐ‐

σπιλωμένον· * ἀλλ᾿ ὡς οἰκτίρμων κάθαρον *

εὐσπλάγχνῳ σου ἐλέει.

Καὶ νῦν. Θεοτοκίον ὅμοιον.

Τῆς σωτηρίας εὔθυνόν μοι τρίβους, Θεοτόκε· *

αἰσχραῖς γὰρ κατερρύπωσα * τὴν ψυχὴν ἁ‐

μαρτίαις, * ὡς ῥαθύμως τὸν βίον μου * ὅλον

ἐκδαπανήσας· * ταῖς σαῖς πρεσβείαις ῥῦσαί

με * πάσης ἀκαθαρσίας.

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός

σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου

ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἰδιόμελον. Ἦχος πλ. β´.

Τὰ πλήθη τῶν πεπραγμένων μοι δεινῶν * ἐν‐

νοῶν ὁ τάλας, * τρέμω τὴν φοβερὰν ἡμέραντῆς κρίσεως· * ἀλλὰ θαρρῶν εἰς τὸ ἔλεος τῆς

εὐσπλαγχνίας σου, * ὡς ὁ Δαυῒδ βοῶ σοι· * Ἐ‐

λέησόν με, ὁ Θεός, * κατὰ τὸ μέγα σου ἔλεος.

Σῶσον, ὁ Θεός, τὸν λαόν Σου… Κύριε, ἐλέη‐

σον (ιβ´). Ἐλέει καὶ οἰκτιρμοῖς… Ἀμήν.

* * *

ΟΙ ΚΑΝΟΝΕΣ

Ὁ ἀναστάσιμος καὶ ὁ τοῦ Τριῳδίου.

ᾨδὴ α´. Ὁ Ἀναστάσιμος εἰς δ´.

Ἦχος βαρύς. Ὁ Εἱρμός.

Νεύσει σου πρὸς γεώδη, ἀντιτυπίαν μετήχθη,

ἡ πρὶν εὐδιάχυτος, ὑδάτων φύσις Κύριε· ὅθεν

ἀβρόχως πεζεύσας, ᾄδει Ἰσραήλ σοι, ᾠδὴν ἐ‐

πινίκιον.

Τροπάρια.

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Κέκριται τοῦ θανάτου, ἡ τυραννὶς διὰ ξύλου,

ἀδίκῳ θανάτῳ σου, κατακριθέντος Κύριε· ὅ‐

θεν ὁ ἄρχων τοῦ σκότους, σοῦ μὴ κατισχύ‐

σας, δικαίως ἐκβέβληται.

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

ᾍδης σοι προσπελάσας, καὶ τοῖς ὀδοῦσι μὴ

σθένων, συντρῖψαι τὸ σῶμά σου, τὰς σιαγό‐

νας τέθλασται· ὅθεν Σωτὴρ τὰς ὀδύνας, λύ‐

σας τοῦ θανάτου, ἀνέστης τριήμερος.

Θεοτοκίον.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Λέλυνται αἱ ὀδύναι, αἱ τῆς προμήτορος Εὔας·

ὠδῖνας λαθοῦσα γάρ, ἀπειρογάμως τέτοκας·

ὅθεν σαφῶς Θεοτόκον, Πάναγνε εἰδότες, σὲ

πάντες δοξάζομεν.

Ὁ Κανὼν τοῦ Τριῳδίου, εἰς η´.

Ποίημα Θεοδώρου τοῦ Στουδίτου.

ᾨδὴ α´. Ἦχος πλ. β´. Βοηθὸς καὶ σκεπαστής.

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Τὴν ἡμέραν τὴν φρικτήν, τῆς παναῤῥήτου

σου παρουσίας, φρίττω ἐννοῶν, δεδοικὼς

προορῶ· ἐν ᾗ προκαθίσεις, κρῖναι ζῶντας καὶ

νεκρούς, Θεέ μου Παντοδύναμε.

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ὅτε ἥξεις ὁ Θεός, ἐν μυριάσι καὶ χιλιάσι, τῶν

Ἀγγελικῶν, οὐρανίων ἀρχῶν, κἀμὲ ἐν νεφέ‐

λαις, ὑπαντῆσαί σοι Χριστέ, τὸν ἄθλιον ἀξίω‐

σον.

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Δεῦρο λάβε μοι ψυχή, αὐτὴν τὴν ὥραν καὶ

τὴν ἡμέραν, ὅτε ὁ Θεὸς ἐμφανῶς ἐπιστῇ· καὶ

θρήνησον, κλαῦσον, εὑρεθῆναι καθαρά, ἐν

ὥρᾳ τῆς ἐτάσεως.

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ἐξιστᾷ με καὶ φοβεῖ, τὸ πῦρ τὸ ἄσβεστον τῆς

γεέννης, σκώληξ ὁ πικρός, τῶν ὀδόντων

βρυγμός· ἀλλ᾿ ἄνες μοι ἄφες, καὶ τῇ στάσει

με Χριστέ, τῶν ἐκλεκτῶν σου σύνταξον.

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Τῆς εὐκταίας σου φωνῆς, τῆς τοὺς Ἁγίους σου

προσκαλούσης, ἐπὶ τὴν χαράν, ἧς ἀκούσω

κἀγώ, ὁ τάλας καὶ εὕρω, Βασιλείας οὐρανῶν,

τὴν ἄῤῥηκτον ἀπόλαυσιν.

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Μὴ εἰσέλθῃς μετ᾿ ἐμοῦ, ἐν κρίσει φέρων μου

τὰ πρακτέα, λόγους ἐκζητῶν, καὶ εὐθύνων

ὁρμάς· ἀλλ᾿ ἐν οἰκτιρμοῖς σου, παρορῶν μου

τὰ δεινά, σῶσόν με Παντοδύναμε.

Δόξα.

Τρισυπόστατε Μονάς, ἀρχικωτάτη Κυρία

πάντων, τελετουργικὴ ὑπεράρχιε, αὐτὴ ἡμᾶς

σῶσον, ὁ Πατὴρ καὶ ὁ Υἱός, καὶ Πνεῦμα τὸ

πανάγιον.

Καὶ νῦν. Θεοτοκίον.

Τίς ἐγέννησεν υἱόν, τὸν μὴ σπαρέντα πατρῴ‐

ῳ νόμῳ; τοῦτον οὖν γεννᾷ, ὁ Πατὴρ πλὴν

Μητρός· παράδοξον τέρας! σὺ γὰρ ἔτεκες Ἁ‐

γνή, Θεὸν ὁμοῦ καὶ ἄνθρωπον.

ᾨδὴ γ´. Ὁ Ἀναστάσιμος.

Ἦχος βαρύς. Ὁ Εἱρμός.

Ὁ κατ᾿ ἀρχὰς τοὺς οὐρανούς, παντοδυνάμῳ

σου Λόγῳ, στερεώσας Κύριε Σωτήρ, καὶ τῷ

παντουργῷ καὶ θείῳ Πνεύματι, πᾶσαν τὴν

6

δύναμιν αὐτῶν, ἐν ἀσαλεύτῳ με πέτρᾳ, τῆς ὁ‐

μολογίας σου στερέωσον.

Τροπάρια.

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Σὺ ἀνελθὼν ἐπὶ ξύλου, ὑπὲρ ἡμῶν ὀδυνᾶσαι,

ἑκουσίως εὔσπλαγχνε Σωτήρ, καὶ φέρεις

πληγὴν εἰρήνης πρόξενον, καὶ σωτηρίας τοῖς

πιστοῖς, δι᾿ ἧς τῷ σῷ Ἐλεῆμον, πάντες κατηλ‐

λάγημεν Γεννήτορι.

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Σύ με καθῇρας τῆς πληγῆς, τὸν τῇ ψυχῇ τε‐

τρωμένον, δρακοντίῳ δήγματι Χριστέ, καὶ ἔ‐

δειξας φῶς ἐν σκότει πάλαι μοι, κατῳκισμέ‐

νῳ καὶ φθορᾷ· διὰ Σταυροῦ γὰρ εἰς ᾅδην, κα‐

ταβεβηκώς με συνανέστησας.

Θεοτοκίον.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τῆς ἀπειράνδρου σου Μητρός, ταῖς ἱκεσίαις

τῷ κόσμῳ, τὴν εἰρήνην βράβευσον Σωτήρ,

καὶ τῷ βασιλεῖ τὴν νίκην δώρησαι, κατὰ βαρ‐

βάρων δυσμενῶν, καὶ τῆς ἀφράστου σου δό‐

ξης, τοὺς δοξολογοῦντάς σε ἀξίωσον.

Καὶ τοῦ Τριῳδίου.

Ἦχος β´. Στερέωσον Κύριε.

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ὁ Κύριος ἔρχεται, καὶ τίς ὑποίσει αὐτοῦ τὸν

φόβον; τῷ προσώπῳ τίς ὀφθῇ αὐτοῦ; ἀλλ᾿ ἑ‐

τοίμη γενοῦ, ὦ ψυχὴ πρὸς ὑπάντησιν.

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Προφθάσωμεν, κλαύσωμεν, καταλλαγῶμεν

Θεῷ πρὸ τέλους· φοβερὸν γὰρ τὸ κριτήριον,

ἐν ᾧ πάντες, τετραχηλισμένοι στησόμεθα.

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ἐλέησον Κύριε, ἐλέησόν με ἀναβοῶ σοι, ὅτε

ἥξεις μετ᾿ Ἀγγέλων σου, ἀποδοῦναι, πᾶσι

κατ᾿ ἀξίαν τῶν πράξεων.

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Τὴν ἄστεκτον Κύριε, ὀργὴν πῶς οἴσω τῆς κρί‐

σεώς σου, παρακούσας σου τὸ πρόσταγμα;

ἀλλὰ φεῖσαι, φεῖσαί μου, ἐν ὥρᾳ τῆς κρίσεως.

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ἐπίστρεψον στέναξον, ψυχὴ ἀθλία, πρὶν ἢ

τοῦ βίου, πέρας λάβῃ ἡ πανήγυρις, πρὶν τὴν

θύραν κλείσῃ, τοῦ Νυμφῶνος ὁ Κύριος.

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ἡμάρτηκα Κύριε, καθάπερ ἄλλος οὐδεὶς ἀν‐

θρώπων, πλημμελήσας ὑπὲρ ἄνθρωπον· πρὸ

τῆς δίκης, ἵλεως γενοῦ μοι Φιλάνθρωπε.

Δόξα.

Τριὰς ἁπλῆ, ἄκτιστε, ἄναρχε φύσις, ἡ ἐν Τρι‐

άδι, ὑμνουμένη ὑποστάσεων, ἡμᾶς σῶσον,

πίστει, προσκυνοῦντας τὸ κράτος σου.

Καὶ νῦν. Θεοτοκίον.

Ἐβλάστησας Ἄχραντε, ἀσπόρῳ τόκῳ τὸν

ζῶντα Λόγον, σαρκωθέντα ἐν τῇ μήτρᾳ σου,

οὐ τραπέντα. Δόξα Θεομῆτορ τῷ τόκῳ σου.

Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·

Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν…

* * *

ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ

Κοντάκιον καὶ Οἶκος τὰ Ἀναστάσιμα.

Κοντάκιον. Ἦχος βαρύς.

Οὐκέτι φλογίνη ῥομφαία.

Οὐκέτι τὸ κράτος τοῦ θανάτου, ἰσχύσει κατέ‐

χειν τοὺς βροτούς· Χριστὸς γὰρ κατῆλθε συν‐

τρίβων, καὶ λύων τὰς δυνάμεις αὐτοῦ· δεσμεῖ‐

ται ὁ ᾅδης, Προφῆται συμφώνως ἀγάλλονται·

Ἐπέστη, λέγοντες, Σωτὴρ τοῖς ἐν σκότει· ἐ‐

ξέρχεσθε οἱ πιστοὶ εἰς τὴν ἀνάστασιν.

Καθίσματα τοῦ Τριῳδίου.

Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.

Τὸ Βῆμά σου φρικτόν, καὶ ἡ κρίσις δικαία, τὰ

ἔργα μου δεινά· ἀλλ᾿ αὐτός, Ἐλεῆμον, προ‐

φθάσας με διάσωσον, καὶ κολάσεως λύτρω‐

σαι· ῥῦσαι Δέσποτα, τῆς τῶν ἐρίφων μερίδος,

καὶ ἀξίωσον, ἐκ δεξιῶν σου με στῆναι, Κριτὰ

δικαιότατε.

Θεοτοκίον. Ὅμοιον. (Παραλείπεται).

Τὸν πάντων ποιητήν, καὶ Θεόν σου καὶ κτί‐

στην, πανάμωμε Ἁγνή, διὰ Πνεύματος θείου,

ἐν μήτρᾳ σου ἐχώρησας, καὶ φθορᾶς δίχα τέ‐

τοκας· ὃν δοξάζοντες, σὲ ἀνυμνοῦμεν Παρθέ‐

νε, ὡς παλάτιον, τοῦ Βασιλέως τῆς δόξης, καὶ

κόσμου ἀντίλυτρον.

Ἕτερον Κάθισμα. Ἦχος πλ. β´.

Ἐννοῶ τὴν ἡμέραν τὴν φοβεράν, καὶ θρηνῶ

μου τὰς πράξεις τὰς πονηράς· πῶς ἀπολογή‐

σομαι τῷ ἀθανάτῳ Βασιλεῖ; ποίᾳ δὲ παῤῥησί‐

ᾳ ἀτενίσω τῷ Κριτῇ, ὁ ἄσωτος ἐγώ; Εὔσπλαγ‐

χνε Πάτερ, Υἱὲ μονογενές, τὸ Πνεῦμα τὸ ἅγι‐

ον ἐλέησόν με.

Δόξα. Ἦχος ὁ αὐτός.

Εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος, εἰς τὸν τό‐

πον ὃν διέθου, ὅταν καθίσῃς Ἐλεῆμον ποιῆ‐

σαι δικαίαν κρίσιν, μὴ δημοσιεύσῃς μου τὰ

κεκρυμμένα, μηδὲ καταισχύνῃς με ἐνώπιον

τῶν Ἀγγέλων· ἀλλὰ φεῖσαί μου ὁ Θεός, καὶ ἐ‐

λέησόν με.

Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.

Ἐλπὶς τοῦ κόσμου ἀγαθή, Θεοτόκε Παρθένε,

τὴν σὴν καὶ μόνην φοβερὰν προστασίαν αἰ‐

τοῦμαι· σπλαγχνίσθητι εἰς εὐπερίστατον λα‐

όν· δυσώπησον τὸν ἐλεήμονα Θεόν, ῥυσθῆναι

τὰς ψυχὰς ἡμῶν, ἐκ πάσης ἀπειλῆς, μόνη εὐ‐

λογημένη.

Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·

Σὺ γὰρ εἶ ὁ Βασιλεύς…

* * *

ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ

Κοντάκιον καὶ Οἶκος τοῦ Τριῳδίου.

Κοντάκιον. Ἦχος α´. Αὐτόμελον.

Ὅταν ἔλθῃς ὁ Θεός, ἐπὶ γῆς μετὰ δόξης, καὶ

τρέμωσι τὰ σύμπαντα· ποταμὸς δὲ τοῦ πυρὸς

πρὸ τοῦ Βήματος ἕλκῃ, καὶ βίβλοι ἀνοίγων‐

ται, καὶ τὰ κρυπτὰ δημοσιεύωνται· τότε ῥῦσαί

με, ἐκ τοῦ πυρὸς τοῦ ἀσβέστου, καὶ ἀξίωσον,

ἐκ δεξιῶν σου με στῆναι, Κριτὰ δικαιότατε.

Ὁ Οἶκος.

Τὸ φοβερόν σου κριτήριον ἐνθυμούμενος, ὑ‐

περάγαθε Κύριε, καὶ τὴν ἡμέραν τῆς κρίσεως,

φρίττω καὶ πτοοῦμαι ὑπὸ τῆς συνειδήσεως

τῆς ἐμῆς ἐλεγχόμενος, ὅταν μέλλῃς καθέζε‐

σθαι ἐπὶ τοῦ θρόνου σου, καὶ ποιεῖν τὴν ἐξέ‐

τασιν· τότε ἀρνεῖσθαι τὰς ἁμαρτίας οὐδεὶς ἐ‐

ξισχύσει, ἀληθείας ἐλεγχούσης, καὶ δειλίας

κατεχούσης· μέγα μὲν ἠχήσει τότε, πῦρ τὸ

τῆς γεέννης· ἁμαρτωλοὶ δὲ βρύξουσι. Διό με

ἐλέησον πρὸ τέλους, καὶ φεῖσαί μου, Κριτὰ δι‐

καιότατε.

Συναξάριον.

Τῇ Ι´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Μάρ‐

τυρος Κοδράτου, τοῦ ἐν Κορίνθῳ, καὶ τῶν σὺν

αὐτῷ, Ἀνέκτου, Παύλου, Διονυσίου, Κυπρια‐

νοῦ, καὶ Κρήσκεντος.

Στίχ. Τῶν δυσσεβῶν τὴν πίστιν ὕβρεσι πλύνας,

Τμηθεὶς Κοδράτε σῶν ἀφ᾿ αἱμάτων πλύνῃ.

Γνωστοῖς Ἄνεκτον σὺν δυσὶ κτείνει ξίφος,

Οἷς οὐκ ἀνεκτὸν μὴ θανεῖν Θεοῦ χάριν.

Ὁρῶν καταθνήσκοντα Κρήσκεντα ξίφει,

Σπεύδει σὺν αὐτῷ Κυπριανὸς τεθνάναι.

Ἄμφηκες δεκάτῃ Κοδράτον ξίφος ἐγκατέπεφνε.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Μητρὸς ἡ‐

μῶν Ἀναστασίας τῆς Πατρικίας.

Στίχ. Ἡ Πατρικία πάντα λιποῦσα τάδε,

Πάντων κατέστη κυρία ἐν τῷ πόλῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μαρκιανός, ξύλοις

θλασθείς, τελειοῦται.

Στίχ. Ἐθαύμασαν βροτοί σε θλασθέντα ξύλοις,

Ἀμὴν λέγω σοι, Μαρκιανέ, καὶ νόες.

Ὁ Ἅγιος Νεομάρτυς Μιχαὴλ ὁ Μαυρουδῆς, ὁ

ἐν Θεσσαλονίκῃ μαρτυρήσας ἐν ἔτει ͵αφμδ´

(1544), πυρὶ τελειοῦται.

Στίχ. Οὐ Μάρτυς ἁπλοῦς, ἀλλὰ καὶ θείων λόγων

Ῥήτωρ ἐδείχθης, ὦ Μιχαὴλ παμμάκαρ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πατὴρ ἡμῶν Ἄττα‐

λος ὁ ἐν Μπόμπιο τῆς Λογγοβαρδίας, ἐν εἰρή‐

νῃ τελειοῦται, ἐν ἔτει χκϚ´ (626).

Στίχ. Πάτταλος ὁ Ἄτταλος πρὸς πολεμοῦντας,

Οὕς περ τροπώσας ἐν Χριστῷ εἰρηνεύει.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος ἔνδοξος Ὁσιομάρτυς

Ἀγάθων, ὁ ἐν τῷ Θαυμαστῷ ὄρει, μαρτυρι‐

κῶς τελειοῦται.

Στίχ. Ἀγάθυνον, Κύριε, Ἀγάθων ἔφη,

Τὴν πρὸς σέ μου ἔλευσιν τῷ μαρτυρίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ὅσιος Πατὴρ ἡμῶν Ἰωάννης

τοῦ Καχούλι ἐν Γεωργίᾳ ἐν εἰρήνῃ τελειοῦται.

Στίχ. Ἐν τοῖς δήμοις Ὁσίων ὁ Ἰωάννης,

Μύσας ὄμματα δικαίως κατετάγη.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡ‐

μῶν Παύλου Στοζχὼφ τοῦ ἐν Ταγκανρόγκ.

Στίχ. Παῦλε, χώρει ἔνθαπερ πάρεστι Παῦλος,

Ὁ γράψας· τὰ πάντα Χριστὸς ἔνεστί μοι.

Καὶ τοῦ Τριῳδίου.

Τῇ αὐτῇ ἡμέρᾳ, τῆς Δευτέρας καὶ ἀδεκάστου

Παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ

μνείαν ποιούμεθα.

Στίχ. Ὅτε κρίνων γῆν, ὁ Κριτὴς πάντων κάθῃ.

Τῆς, Δεῦτε, φωνῆς ἄξιον κἀμὲ κρίνοις.

Τῇ ἀφάτῳ φιλανθρωπίᾳ σου, Χριστὲ ὁ Θεός,

τῆς εὐκταίας σου φωνῆς ἡμᾶς καταξίωσον,

καὶ τοῖς ἐκ δεξιῶν σου συναρίθμησον, καὶ ἐ‐

λέησον ἡμᾶς. Ἀμήν.

* * *

ΚΑΤΑΒΑΣΙΑΙ

Τῆς Κυριακῆς τῆς Ἀπόκρεω

(ἐὰν ἀπεδόθη ἡ ἑορτὴ τῆς Ὑπαπαντῆς)

ᾨδὴ α´. Ἦχος πλ. β´.

Βοηθὸς καὶ σκεπαστὴς * ἐγένετό μοι εἰς σω‐

τηρίαν· * οὗτός μου Θεός, * καὶ δοξάσω αὐτόν·

* Θεὸς τοῦ πατρός μου, * καὶ ὑψώσω αὐτόν· *

ἐνδόξως γὰρ δεδόξασται.

ᾨδὴ γ´.

Στερέωσον, Κύριε, * ἐπὶ τὴν πέτραν τῶν ἐντο‐

λῶν σου * σαλευθεῖσαν τὴν καρδίαν μου, * ὅτι

μόνος * ἅγιος ὑπάρχεις καὶ Κύριος.

ᾨδὴ δ´.

Ἀκήκοεν ὁ προφήτης * τὴν ἔλευσίν σου, Κύρι‐

ε, * καὶ ἐφοβήθη, * ὅτι μέλλεις ἐκ Παρθένου

τίκτεσθαι * καὶ ἀνθρώποις δείκνυσθαι, * καὶ

ἔλεγεν· * Ἀκήκοα τὴν ἀκοήν σου * καὶ ἐφοβή‐

θην· * δόξα τῇ δυνάμει σου.

ᾨδὴ ε´.

Ἐκ νυκτὸς ὀρθρίζοντα, * φιλάνθρωπε, * φώτι‐

σον, δέομαι, * καὶ ὁδήγησον κἀμὲ * ἐν τοῖς

προστάγμασί σου * καὶ δίδαξόν με, Σωτήρ, *

ποιεῖν τὸ θέλημά σου.

ᾨδὴ Ϛ´.

Ἐβόησα ἐν ὅλῃ καρδίᾳ μου * πρὸς τὸν οἰκτίρ‐

μονα Θεὸν * καὶ ἐπήκουσέ μου * ἐξ ᾅδου κα‐

τωτάτου * καὶ ἀνήγαγεν * ἐκ φθορᾶς τὴν ζω‐

ήν μου.

ᾨδὴ ζ´.

Ἡμάρτομεν, * ἠνομήσαμεν, * ἠδικήσαμεν ἐ‐

νώπιόν σου, * οὐδὲ συνετηρήσαμεν, * οὐδὲ ἐ‐

ποιήσαμεν, * καθὼς ἐνετείλω ἡμῖν· * ἀλλὰ μὴ

παραδῴης ἡμᾶς εἰς τέλος, * ὁ τῶν πατέρων

Θεός.

ᾨδὴ η´.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν

τὸν Κύριον, * ὑμνοῦντες καὶ ὑπερυψοῦντες

αὐτὸν εἰς τοὺς αἰῶνας.

Ὃν στρατιαὶ * οὐρανῶν δοξάζουσι * καὶ φρίτ‐

τει τὰ Χερουβὶμ * καὶ τὰ Σεραφίμ, * πᾶσα

πνοὴ καὶ κτίσις, * ὑμνεῖτε, εὐλογεῖτε * καὶ ὑ‐

περυψοῦτε * εἰς πάντας τοὺς αἰῶνας.

* * *

Ὁ διάκονος· Τὴν Θεοτόκον καὶ μητέρα τοῦ

φωτός, ἐν ὕμνοις τιμῶντες μεγαλύνομεν.

9

Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ

Στίχ. α´. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον,

καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ

σωτῆρί μου.

Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέ‐

ραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδια‐

φθόρως Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως

Θεοτόκον, * σὲ μεγαλύνομεν.

Στίχ. β´. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν

τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μα‐

καριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν τιμιωτέραν τῶν Χερουβίμ…

Στίχ. γ´. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός,

καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ

εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐ‐

τόν.

Τὴν τιμιωτέραν τῶν Χερουβίμ…

Στίχ. δ´. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ,

διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας

αὐτῶν.

Τὴν τιμιωτέραν τῶν Χερουβίμ…

Στίχ. ε.´ Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ

ὕψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγα‐

θῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν τιμιωτέραν τῶν Χερουβίμ…

Στίχ. Ϛ´. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ

μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς

πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι

αὐτοῦ ἕως αἰῶνος.

Τὴν τιμιωτέραν τῶν Χερουβίμ…

Καταβασία. ᾨδὴ θ´.

Ἀσπόρου συλλήψεως * ὁ τόκος ἀνερμήνευτος·

* Μητρὸς ἀνάνδρου * ἄφθορος ἡ κύησις· * Θε‐

οῦ γὰρ ἡ γέννησις * καινοποιεῖ τὰς φύσεις. *

Διό σε πᾶσαι αἱ γενεαί, * ὡς Θεόνυμφον μη‐

τέρα, * ὀρθοδόξως μεγαλύνομεν.

Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

* * *

ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

Ἦχος β´.

Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.

Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.

Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ὑψοῦτε Κύριον

τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ

τῶν ποδῶν αὐτοῦ, … ὅτι ἅγιός ἐστιν.

Ἀναστάσιμον Ἐξαποστειλάριον Ζ´.

Ὅτι ἦραν τὸν Κύριον, τῆς Μαρίας εἰπούσης,

ἐπὶ τὸν τάφον ἔδραμον, Σίμων Πέτρος, καὶ

ἄλλος, μύστης Χριστοῦ, ὃν ἠγάπα· ἔτρεχον δὲ

οἱ δύο, καὶ εὗρον τὰ ὀθόνια, ἔνδον κείμενα

μόνα, καὶ κεφαλῆς, ἦν δὲ τὸ σουδάριον χωρὶς

τούτων· διὸ πάλιν ἡσύχασαν, τὸν Χριστὸν ἕ‐

ως εἶδον.

Εἶτα τὰ παρόντα τοῦ Τριῳδίου.

Ἦχος β´. Τοῖς Μαθηταῖς συνέλθωμεν.

Τὴν φοβερὰν τῆς κρίσεως, καὶ ἀῤῥήτου σου

δόξης, ἡμέραν ἐνθυμούμενος, φρίττω Κύριε

ὅλως, καὶ τρέμων φόβῳ κραυγάζω· Ἐπὶ γῆς ὅ‐

ταν ἔλθῃς, κρῖναι Χριστὲ τὰ σύμπαντα, ὁ Θε‐

ὸς μετὰ δόξης, τότε οἰκτρόν, ἀπὸ πάσης ῥῦ‐

σαί με τιμωρίας, ἐκ δεξιῶν σου Δέσποτα, ἀξι‐

ώσας με στῆναι.

Ἕτερον. Γυναῖκες ἀκουτίσθητε.

Ἰδοὺ ἡμέρα ἔρχεται, Κυρίου παντοκράτορος·

καὶ τίς ὑποίσει τὸν φόβον, τῆς Παρουσίας ἐ‐

κείνου; ἡμέρα γὰρ θυμοῦ ἐστι, καὶ κλίβανος

καιόμενος, ἐν ᾗ Κριτὴς καθέζεται, καὶ κατ᾿ ἀ‐

ξίαν ἑκάστῳ, τῶν πράξεων ἀπονέμων.

Θεοτοκίον. Ὅμοιον.

Τὴν ὥραν τῆς ἐτάσεως, καὶ τῆς φρικτῆς ἐλεύ‐

σεως, τοῦ φιλανθρώπου Δεσπότου, κατανο‐

ῶν ὅλως τρέμω, καὶ σκυθρωπάζων κράζω

σοι· Κριτά μου δικαιότατε, καὶ μόνε πολυέλεε, μετανοοῦντά με δέξαι, τῆς Θεοτόκου πρεσβείαις.

ΑΙΝΟΙ

Ἦχος βαρύς.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν

Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς

ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰ‐

νεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ

πρέπει ὕμνος τῷ Θεῷ.

Ἡ Στιχολογία (Ψαλμοὶ ρμη´, ρμθ´) καί·

Στιχηρὰ Ἀναστάσιμα. Ἦχος βαρύς.

Στίχ. α´. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγρα‐

πτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

Ἀνέστη Χριστὸς ἐκ νεκρῶν, λύσας θανάτου

τὰ δεσμά· εὐαγγελίζου γῆ χαρὰν μεγάλην·

αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.

Στίχ. β´. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐ‐

τοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμε‐

ως αὐτοῦ.

Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνή‐

σωμεν ἅγιον Κύριον, Ἰησοῦν τὸν μόνον ἀνα‐

μάρτητον.

Στίχ. γ´. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις

αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς με‐

γαλωσύνης αὐτοῦ.

Χριστοῦ τὴν ἀνάστασιν, προσκυνοῦντες οὐ

παυόμεθα· αὐτὸς γὰρ ἡμᾶς ἔσωσεν, ἐκ τῶν ἀ‐

νομιῶν ἡμῶν· ἅγιος Κύριος Ἰησοῦς, ὁ δείξας

τὴν ἀνάστασιν.

Στίχ. δ´. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰ‐

νεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων

ὧν ἀνταπέδωκεν ἡμῖν; δι᾿ ἡμᾶς Θεὸς ἐν ἀν‐

θρώποις· διὰ τὴν καταφθαρεῖσαν φύσιν, ὁ

Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν·

πρὸς τοὺς ἀχαρίστους ὁ εὐεργέτης· πρὸς τοὺς

αἰχμαλώτους ὁ ἐλευθερωτής· πρὸς τοὺς ἐν

σκότει καθημένους, ὁ Ἥλιος τῆς δικαιοσύνης·

ἐπὶ τὸν Σταυρὸν ὁ ἀπαθής· ἐπὶ τὸν ᾅδην τὸ

φῶς· ἐπὶ τὸν θάνατον ἡ ζωή· ἡ ἀνάστασις διὰ

τοὺς πεσόντας· πρὸς ὃν βοήσωμεν· Ὁ Θεὸς ἡ‐

μῶν δόξα σοι.

Ἕτερον Στιχηρόν, Ἀνατολικόν.

Στίχ. ε´. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ·

αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Πύλας ᾅδου συνέτριψας Κύριε, καὶ θανάτου

τὸ κράτος κατήργησας, τῇ κραταιᾷ δυνάμει

σου· καὶ συνήγειρας νεκρούς, τοὺς ἀπ᾿ αἰῶ‐

νος ἐν σκότει καθεύδοντας, τῇ θείᾳ καὶ ἐνδό‐

ξῳ ἀναστάσει σου, ὡς Βασιλεὺς τοῦ παντός,

καὶ Θεὸς παντοδύναμος.

Καὶ τὰ παρόντα Ἰδιόμελα γ´ τοῦ Τριῳδίου.

Στίχ. Ϛ´. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις·

αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶ‐

σα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Ἦχος πλ. β´.

Ἐννοῶ τὴν ἡμέραν ἐκείνην καὶ τὴν ὥραν, ὅ‐

ταν μέλλωμεν πάντες, γυμνοὶ καὶ ὡς κατά‐

κριτοι, τῷ ἀδεκάστῳ Κριτῇ παρίστασθαι· τότε

σάλπιγξ ἠχήσει μέγα, καὶ τὰ θεμέλια τῆς γῆς

σεισθήσονται, καὶ οἱ νεκροὶ ἐκ τῶν μνημάτων

ἐξαναστήσονται, καὶ ἡλικία μία, πάντες γε‐

νήσονται· καὶ πάντων τὰ κρυπτὰ φανερὰ πα‐

ρίστανται ἐνώπιόν σου· καὶ κόψονται, καὶ

κλαύσονται, καὶ εἰς τὸ πῦρ τὸ ἐξώτερον ἀπε‐

λεύσονται, οἱ μηδέ ποτε μετανοήσαντες· καὶ

ἐν χαρᾷ καὶ ἀγαλλιάσει, ὁ τῶν Δικαίων κλῆ‐

ρος, εἰσελεύσεται εἰς παστάδα οὐράνιον.

Στίχ. ζ´. Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθή‐

τω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου

εἰς τέλος.

Ὁ αὐτός.

Ὢ ποία _____ὥρα τότε, καὶ ἡμέρα φοβερά, ὅταν

καθίσῃ ὁ Κριτὴς ἐπὶ θρόνου φοβεροῦ! βίβλοι

ἀνοίγονται, καὶ πράξεις ἐλέγχονται, καὶ τὰ

κρυπτὰ τοῦ σκότους δημοσιεύονται. Ἄγγελοι

περιτρέχουσιν, ἐπισυνάγοντες πάντα τὰ ἔ‐

θνη. Δεῦτε ἀκούσατε βασιλεῖς καὶ ἄρχοντες,

δοῦλοι καὶ ἐλεύθεροι, ἁμαρτωλοὶ καὶ δίκαιοι,

πλούσιοι καὶ πένητες, ὅτι ἔρχεται Κριτής, ὁ

μέλλων κρῖναι πᾶσαν τὴν οἰκουμένην· καὶ τίς

ὑποστήσεται ἀπὸ προσώπου αὐτοῦ, ὅταν Ἄγ‐

γελοι παρίστανται, ἐλέγχοντες τὰς πράξεις,

τὰς διανοίας, τὰς ἐνθυμήσεις, τὰ ἐν νυκτί, καὶ

ἐν ἡμέρᾳ; ὢ ποία ὥρα τότε! Ἀλλὰ πρὸ τοῦ

11

φθάσαι τὸ τέλος, σπούδασον κράζουσα ψυχή·

Ὁ Θεὸς ἐπίστρεψον σῶσόν με, ὡς μόνος εὔ‐

σπλαγχνος.

Στίχ. η´. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ

καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά

σου.

Ἦχος πλ. δ´.

Δανιὴλ ὁ Προφήτης, ἀνὴρ ἐπιθυμιῶν γενόμε‐

νος, τὸ ἐξουσιαστικὸν Θεοῦ θεωρήσας, οὕτως

ἐβόα· Κριτήριον ἐκάθισε, καὶ βίβλοι ἠνεώχθη‐

σαν. Βλέπε ψυχή μου, νηστεύεις; τὸν πλησίον

σου μὴ ἀθέτει· βρωμάτων ἀπέχῃ; τὸν ἀδελ‐

φόν σου μὴ κατακρίνῃς· μὴ τῷ πυρὶ παρα‐

πεμπομένη, κατακαῇς ὡσεὶ κηρός, ἀλλ᾿ ἀ‐

νεμποδίστως εἰσάξῃ σε Χριστός, εἰς τὴν Βασι‐

λείαν αὑτοῦ.

Δόξα. Τοῦ Τριῳδίου. Ἦχος α´.

Προκαθάρωμεν ἑαυτοὺς ἀδελφοί, τῇ βασιλίδι

τῶν ἀρετῶν· ἰδοὺ γὰρ παραγέγονε, πλοῦτον

ἡμῖν ἀγαθῶν κομίζουσα· τῶν παθῶν κατευ‐

νάζει τὰ οἰδήματα, καὶ τῷ Δεσπότῃ καταλ‐

λάττει τοὺς πταίσαντας· διὸ μετ᾿ εὐφροσύνης

ταύτην ὑποδεξώμεθα, βοῶντες Χριστῷ τῷ

Θεῷ· Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἀκατακρί‐

τους ἡμᾶς διαφύλαξον, δοξολογοῦντάς σε

τὸν μόνον ἀναμάρτητον.

Καὶ νῦν. Θεοτοκίον.

Ὑπερευλογημένη ὑπάρχεις, * Θεοτόκε Παρ‐

θένε· * διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, * ὁ

ᾅδης ᾐχμαλώτισται, * ὁ Ἀδὰμ ἀνακέκληται, *

ἡ κατάρα νενέκρωται, * ἡ Εὔα ἠλευθέρωται, *

ὁ θάνατος τεθανάτωται, * καὶ ἡμεῖς ἐζωοποι‐

ήθημεν· * διὸ ἀνυμνοῦντες βοῶμεν· * Εὐλογη‐

τὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, * ὁ οὕτως εὐδοκή‐

σας, δόξα σοι.

* * *

Καὶ εὐθὺς ψάλλεται

εἰς τὸν ἦχον τῆς Κυριακῆς

Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δόξα σοι τῷ δείξαντι τὸ φῶς. * Δόξα ἐν ὑψί‐

στοις Θεῷ * καὶ ἐπὶ γῆς εἰρήνη, * ἐν ἀνθρώ‐

ποις εὐδοκία.

Ὑμνοῦμέν σε, * εὐλογοῦμέν σε, * προσκυνοῦ‐

μέν σε, * δοξολογοῦμέν σε, * εὐχαριστοῦμέν

σοι * διὰ τὴν μεγάλην σου δόξαν.

Κύριε βασιλεῦ, * ἐπουράνιε Θεέ, * Πάτερ παν‐

τοκράτορ· * Κύριε Υἱὲ μονογενές, * Ἰησοῦ Χρι‐

στέ, * καὶ ἅγιον Πνεῦμα.

Κύριε ὁ Θεός, * ὁ ἀμνὸς τοῦ Θεοῦ, * ὁ Υἱὸς τοῦ

Πατρός, * ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου,

* ἐλέησον ἡμᾶς, * ὁ αἴρων τὰς ἁμαρτίας τοῦ

κόσμου.

Πρόσδεξαι τὴν δέησιν ἡμῶν, * ὁ καθήμενος

ἐν δεξιᾷ τοῦ Πατρός, * καὶ ἐλέησον ἡμᾶς.

Ὅτι σὺ εἶ μόνος ἅγιος, * σὺ εἶ μόνος Κύριος, *

Ἰησοῦς Χριστός, * εἰς δόξαν Θεοῦ Πατρός. Ἀ‐

μήν.

Καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σε * καὶ αἰ‐

νέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα * καὶ εἰς τὸν

αἰῶνα τοῦ αἰῶνος.

Καταξίωσον, Κύριε, * ἐν τῇ ἡμέρᾳ ταύτῃ * ἀ‐

ναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

Εὐλογητὸς εἶ, Κύριε, * ὁ Θεὸς τῶν πατέρων ἡ‐

μῶν, * καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνο‐

μά σου * εἰς τοὺς αἰῶνας. Ἀμήν.

Γένοιτο, Κύριε, * τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, * κα‐

θάπερ ἠλπίσαμεν ἐπὶ σέ.

Εὐλογητὸς εἶ, Κύριε· * δίδαξόν με τὰ δικαιώ‐

ματά σου. (ἐκ γ´)

Κύριε, * καταφυγὴ ἐγενήθης ἡμῖν * ἐν γενεᾷ

καὶ γενεᾷ. * Ἐγὼ εἶπα· * Κύριε, ἐλέησόν με· *

ἴασαι τὴν ψυχήν μου, * ὅτι ἥμαρτόν σοι.

Κύριε, πρὸς σὲ κατέφυγον· * δίδαξόν με τοῦ

ποιεῖν τὸ θέλημά σου, * ὅτι σὺ εἶ ὁ Θεός μου.

Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· * ἐν τῷ φωτί σου ὀ‐

ψόμεθα φῶς.

Παράτεινον τὸ ἔλεός σου * τοῖς γινώσκουσί

σε.

Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνα‐

τος· * ἐλέησον ἡμᾶς. (ἐκ γ´)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ‐

νων. Ἀμήν.

Ἅγιος ἀθάνατος· * ἐλέησον ἡμᾶς.

Καὶ πάλιν ἰσχυροτέρᾳ φωνῇ·

Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνα‐

τος· * ἐλέησον ἡμᾶς.

Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος β´.

Ἀναστὰς ἐκ τοῦ μνήματος * καὶ τὰ δεσμὰ δι‐

αρρήξας τοῦ ᾅδου, * ἔλυσας τὸ κατάκριμα

τοῦ θανάτου, Κύριε, * πάντας ἐκ τῶν παγί‐

δων τοῦ ἐχθροῦ ῥυσάμενος· * ἐμφανίσας σε‐

αυτὸν τοῖς ἀποστόλοις σου * ἐξαπέστειλας

αὐτοὺς ἐπὶ τὸ κήρυγμα * καὶ δι᾿ αὐτῶν τὴν εἰ‐

ρήνην * παρέσχες τῇ οἰκουμένῃ, * μόνε πολυ‐

έλεε.

Εἰς τὴν Α´ Ὥραν. Ἑωθινὸν Ζ´. Ἦχος βαρύς.

Ἰδοὺ σκοτία καὶ πρωί· καὶ τί πρὸς τὸ μνημεῖον

Μαρία ἕστηκας, πολὺ σκότος ἔχουσα ταῖς

φρεσίν; ὑφ᾿ οὗ ποῦ τέθειται ζητεῖς ὁ Ἰησοῦς·

ἀλλ᾿ ὅρα τοὺς συντρέχοντας Μαθητάς, πῶς

τοῖς ὀθονίοις καὶ τῷ σουδαρίῳ, τὴν ἀνάστα‐

σιν ἐτεκμήραντο, καὶ ἀνεμνήσθησαν τῆς περὶ

τούτου Γραφῆς. Μεθ᾿ ὧν καὶ δι᾿ ὧν, καὶ ἡμεῖς

πιστεύσαντες, ἀνυμνοῦμέν σε τὸν ζωοδότην

Χριστόν.

* * * * *

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ὁ διάκονος τὰ εἰρηνικὰ

καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν·

Ὅτι πρέπει σοι πᾶσα δόξα…

Τὰ τυπικά, οἱ μακαρισμοὶ τοῦ ἤχου εἰς δ´ καὶ

δ´ ἐκ τῆς Ϛ´ ᾠδῆς τοῦ κανόνος τοῦ Τριῳδίου.

Εἰ δὲ μή, τὰ Ἀντίφωνα.

Ἀντίφωνον Α´. Ἦχος β´. Ψαλμὸς ρβ´ (102).

Στίχ. α´. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ

πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, * Σῶτερ, σῶ‐

σον ἡμᾶς.

Στίχ. β´. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ

μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις

αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ. γ´. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν

θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων

δεσπόζει.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ. δ´. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔρ‐

γα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐ‐

τοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Δόξα. Καὶ νῦν.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Ὁ διάκονος τὴν μικρὰν συναπτὴν

καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν·

Ὅτι σὸν τὸ κράτος…

Ἀντίφωνον Β´. Ἦχος β´. Ψαλμὸς ρμε´ (145).

Στίχ. α´. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον· αἰνέ‐

σω Κύριον ἐν τῇ ζωῇ μου· ψαλῷ τῷ Θεῷ μου

ἕως ὑπάρχω.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, * ὁ ἀναστὰς ἐκ νε‐

κρῶν, * ψάλλοντάς σοι, Ἀλληλούϊα.

Στίχ. β´. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς

αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐ‐

τοῦ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς …

Στίχ. γ´. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν

γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς …

Στίχ. δ´. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ

Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς …

Δόξα. Καὶ νῦν.

Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, * ἀθά‐

νατος ὑπάρχων * καὶ καταδεξάμενος * διὰ

τὴν ἡμετέραν σωτηρίαν * σαρκωθῆναι ἐκ τῆς

ἁγίας Θεοτόκου * καὶ ἀειπαρθένου Μαρίας, *

ἀτρέπτως ἐνανθρωπήσας, * σταυρωθείς τε,

13

Χριστὲ ὁ Θεός, * θανάτῳ θάνατον πατήσας, *

εἷς ὢν τῆς ἁγίας Τριάδος, * συνδοξαζόμενος

τῷ Πατρὶ * καὶ τῷ ἁγίῳ Πνεύματι, * σῶσον ἡ‐

μᾶς.

Ὁ διάκονος τὴν μικρὰν συναπτὴν

καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν·

Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος…

Ἀντίφωνον Γ´. Ἦχος ὁ τυχών. Ψ. ριζ´ (117).

Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγα‐

θός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Τὸ ἀναστάσιμον ἀπολυτίκιον τοῦ ἤχου.

Στίχ. β´. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι

τὸν Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ

ἔλεος αὐτοῦ.

Τὸ ἀναστάσιμον ἀπολυτίκιον.

Στίχ. γ´. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος·

ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Τὸ ἀναστάσιμον ἀπολυτίκιον.

* * *

ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ

Εἰσοδικόν. Ἦχος β´.

(Ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν).

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν

Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ

νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα.

* * *

Τὸ ἀναστάσιμον ἀπολυτίκιον.

(ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον)

Εἶτα τὸ τοῦ Ἁγίου τοῦ Ναοῦ.

Κοντάκιον Κυριακῆς τῆς Ἀπόκρεω.

(ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον)

Ἦχος α´. Αὐτόμελον.

Ὅταν ἔλθῃς, ὁ Θεός, * ἐπὶ γῆς μετὰ δόξης, *

καὶ τρέμουσι τὰ σύμπαντα, * ποταμὸς δὲ τοῦ

πυρὸς * πρὸ τοῦ βήματος ἕλκει * καὶ βίβλοι ἀ‐

νοίγονται * καὶ τὰ κρυπτὰ δημοσιεύονται, *

τότε ῥῦσαί με * ἐκ τοῦ πυρὸς τοῦ ἀσβέστου *

καὶ ἀξίωσον * ἐκ δεξιῶν σού με στῆναι, * κριτὰ δικαιότατε.

* * *

ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ

* * *

ΑΠΟΣΤΟΛΟΣ

__________Τοῦ Τριῳδίου (Κυριακῆς ΛΕ´ Ἐπιστολῶν)

(Α´ Κορ. η´ 8‐13, θ´ 1‐3).

Προκείμενον καὶ Ἀλληλούϊα

τὰ ἐν τῷ Τριῳδίῳ εἰδικὰ τῆς Κυριακῆς.

Προκείμενον. Ἦχος βαρύς. (Ψαλμὸς ρμϚ´).

Μέγας ὁ Κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς

αὐτοῦ, καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀ‐

ριθμός.

Στίχ. Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθόν· ψαλμὸς

τῷ Θεῷ ἡμῶν ἡδυνθείη αἴνεσις.

Πρὸς Κορινθίους Α´ Ἐπιστολῆς Παύλου τὸ ἀ‐

νάγνωσμα.

Ἀδελφοί, βρῶμα ἡμᾶς οὐ παρίστησι τῷ Θεῷ·

οὔτε γὰρ ἐὰν φάγωμεν, περισσεύομεν, οὔτε

ἐὰν μὴ φάγωμεν, ὑστερούμεθα. Βλέπετε δὲ

μήπως ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γέ‐

νηται τοῖς ἀσθενοῦσιν. Ἐὰν γάρ τις ἴδῃ σε,

τὸν ἔχοντα γνῶσιν, ἐν εἰδωλείῳ κατακείμε‐

νον, οὐχὶ ἡ συνείδησις αὐτοῦ, ἀσθενοῦς ὄν‐

τος, οἰκοδομηθήσεται, εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν; Καὶ ἀπολεῖται ὁ ἀσθενῶν ἀδελφὸς ἐπὶ

τῇ σῇ γνώσει, δι᾿ ὃν Χριστὸς ἀπέθανεν. Οὕτω

δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφούς, καὶ τύ‐

πτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν,

εἰς Χριστὸν ἁμαρτάνετε. Διό περ, εἰ βρῶμα

σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω

κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου

σκανδαλίσω. Οὐκ εἰμὶ Ἀπόστολος; Οὐκ εἰμὶ ἐ‐

λεύθερος; Οὐχὶ Ἰησοῦν Χριστὸν τὸν Κύριον ἡμῶν ἑώρακα; Οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν

Κυρίῳ; Εἰ ἄλλοις οὐκ εἰμὶ Ἀπόστολος, ἀλλά

γε ὑμῖν εἰμι· ἡ γὰρ σφραγὶς τῆς ἐμῆς ἀποστο‐

λῆς, ὑμεῖς ἐστε ἐν Κυρίῳ.

Ἀλληλούϊα. Ἦχος πλ. δ´. Ψαλμὸς Ϟδ´.

Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλλαλάξωμεν τῷ Θεῷ τῷ σωτῆρι ἡμῶνΣτίχ. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν

ἐξομολογήσει καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν

αὐτῷ.

14

* * *

ΕΥΑΓΓΕΛΙΟΝ

Κυριακῆς Ἀπόκρεω (Ματθ. κε´ 31‐46).

Ἐκ τοῦ κατὰ Ματθαῖον Ἁγίου Εὐαγγελίου τὸ

Ἀνάγνωσμα.

Εἶπεν ὁ Κύριος· Ὅταν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώ‐

που ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἅγιοι ἄγ‐

γελοι μετ᾿ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δό‐

ξης αὐτοῦ· καὶ συναχθήσεται ἔμπροσθεν αὐ‐

τοῦ πάντα τὰ ἔθνη, καὶ ἀφοριεῖ αὐτοὺς ἀπ᾿

ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρό‐

βατα ἀπὸ τῶν ἐρίφων, καὶ στήσει τὰ μὲν πρό‐

βατα ἐκ δεξιῶν αὐτοῦ τὰ δὲ ἐρίφια ἐξ εὐωνύ‐

μων. Τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐ‐

τοῦ· δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου,

κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασι‐

λείαν ἀπὸ καταβολῆς κόσμου· ἐπείνασα γὰρ

καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτί‐

σατέ με, ξένος ἤμην καὶ συνηγάγετέ με, γυ‐

μνὸς καὶ περιεβάλετέ με, ἠσθένησα καὶ ἐπε‐

σκέψασθέ με, ἐν φυλακῇ ἤμην καὶ ἤλθετε

πρός με. Τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαι‐

οι λέγοντες· κύριε, πότε σε εἴδομεν πεινῶντα

καὶ ἐθρέψαμεν, ἢ διψῶντα καὶ ἐποτίσαμεν;

πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν, ἢ

γυμνὸν καὶ περιεβάλομεν; πότε δέ σε εἴδομεν

ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ ἤλθομεν πρός σε;

καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς· ἀμὴν

λέγω ὑμῖν, ἐφ᾿ ὅσον ἐποιήσατε ἑνὶ τούτων

τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιή‐

σατε. Τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων· πορεύε‐

σθε u7936 .π᾿ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰ‐

ώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς

ἀγγέλοις αὐτοῦ· ἐπείνασα γὰρ καὶ οὐκ ἐδώ‐

κατέ μοι φαγεῖν, ἐδίψησα καὶ οὐκ ἐποτίσατέ

με, ξένος ἤμην καὶ οὐ συνηγάγετέ με, γυ‐

μνὸς καὶ οὐ περιεβάλετέ με, ἀσθενὴς καὶ ἐν

φυλακῇ καὶ οὐκ ἐπεσκέψασθέ με. Τότε ἀπο‐

κριθήσονται αὐτῷ καὶ αὐτοὶ λέγοντες· κύριε,

πότε σε εἴδομεν πεινῶντα ἢ διψῶντα ἢ ξένον

ἢ γυμνὸν ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ οὐ διηκο‐

νήσαμέν σοι; Τότε ἀποκριθήσεται αὐτοῖς λέ‐

γων· ἀμὴν λέγω ὑμῖν, ἐφ᾿ ὅσον οὐκ ἐποιήσα‐

τε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποι‐

ήσατε. Καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν

αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.

Δόξα σοι, Κύριε, δόξα σοι.

Καὶ γίνεται τὸ κήρυγμα τοῦ θείου λόγου.

* * *

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία

τοῦ Ἱεροῦ Χρυσοστόμου.

* * *

Εἰς τό· Ἐξαιρέτως τῆς Παναγίας…

Ἄξιόν ἐστιν ὡς ἀληθῶς * μακαρίζειν σε τὴν

Θεοτόκον, * τὴν ἀειμακάριστον καὶ παναμώ‐

μητον * καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. * Τὴν τι‐

μιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέραν *

ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως *

Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον,

* σὲ μεγαλύνομεν.

* * *

Κοινωνικόν.

Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλλη‐

λούϊα.

Μετὰ τὴν μετάδοσιν. Ἦχος β´.

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, * ἐλάβομεν

Πνεῦμα ἐπουράνιον, * εὕρομεν πίστιν ἀληθῆ,

* ἀδιαίρετον Τριάδα προσκυνοῦντες· * αὕτη

γὰρ ἡμᾶς ἔσωσεν.

Εἰς τό· Πάντοτε, νῦν καὶ ἀεί…

Ἦχος β´.

Πληρωθήτω τὸ στόμα ἡμῶν * αἰνέσεώς σου,

Κύριε, * ὅπως ἀνυμνήσωμεν τὴν δόξαν σου, *

ὅτι ἠξίωσας ἡμᾶς * τῶν ἁγίων σου μετασχεῖν

μυστηρίων· * τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγια‐

σμῷ, * ὅλην τὴν ἡμέραν * μελετῶντας τὴν δι‐

καιοσύνην σου. * Ἀλληλούϊα, ἀλληλούϊα, ἀλ‐

ληλούϊα.

Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β´.

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον * ἀπὸ τοῦ

νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ´)

Ἀπόλυσις· Ὁ ἀναστὰς ἐκ νεκρῶν…

Δι᾿ εὐχῶν… Ἀμήν._

 

* * * * *

Εἰδήσεις. 1. Εἰς πάσας τὰς ἡμέρας τῆς παρούσης ἑβδο‐

μάδος, προοίμιον καὶ θυρανοίξια οὔσης τῆς μεγάλης

τεσσαρακοστῆς νηστείας, μόνον διὰ τυροῦ, ὠῶν καὶ ἰ‐

χθύων καταλύομεν, ἀπέχομεν δὲ κρέατος.

2. Συμφώνως μὲ ἀρχαίας ἱστορικὰς καὶ λειτουργικὰς

μαρτυρίας (καὶ δὴ κατὰ τὸν 9ον αἰῶνα τοῦ ἁγίου Φωτίου

τοῦ μεγάλου) ἡ παροῦσα ἑβδομὰς ἦτο κάποτε αὐστηρῶς

νηστήσιμος ὡς πρώτη τῆς τεσσαρακοστῆς νηστείας.

3. Αἱ ἀκολουθίαι τῶν καθημερινῶν μέχρι τοῦ Σαββάτου

τῆς Τυρινῆς διεξάγονται κατὰ τὸ τυπικὸν τοῦ Τριῳδίου

§13.

* * * * *

Συνήθης Ἀκολουθία Ὄρθρου, τροπάρια, ἀναγνώσματα Λειτουργίας doc & pdf.
Τυπικὸν ἐδῶ. Ἁγιολογικὰ ἐδῶ & ἐδῶ. Εἰκόνες ἐδῶ & ἐδῶ. Κείμενα Α, Β, Γ & Δ.
Ὑμνολογικὰ ἐκ τῆς ἀκολουθίας κείμενα & ἠχογραφήματα πατριαρχικὰ ἐδῶ.
Ἕτερα σχετικὰ Τριῳδίου ἐξ ἱστοχώρου www.nektarios.gr ἐδῶ, ἐδῶ, ἐδῶ & ἐδῶ.
Ταινίαι «Βαλαάμ, τὸ ἀρχιπέλαγος τῶν μοναχῶν» & «Ἡ ἐπίσκεψη τοῦ Χριστοῦ».

 

Πηγή: http://www.lavaron.gr/akolouthies/akolouthia-kiriakis-10-03-2013-ton-apokreo

Αρέσει σε %d bloggers: