Ο Μέγας Κανών:ᾨδὴ γ´. Ὁ Εἱρμός.

ο μέγας κανον

«Ἐπὶ τὴν ἀσάλευτον, Χριστέ,
» πέτραν τῶν ἐντολῶν σου
» τὴν Ἐκκλησίαν σου στερέωσον.

Πῦρ παρὰ Κυρίου, ψυχή,
Κύριος ἐπιβρέξας,
τὴν γῆν Σοδόμων πρὶν κατέφλεξεν.

Εἰς τὸ ὄρος σῴζου, ψυχή,
ὥσπερ ὁ Λὼτ ἐκεῖνος,
καὶ εἰς Σηγὼρ προανασώθητι.

Φεῦγε ἐμπρησμόν, ὦ ψυχή,
φεῦγε Σοδόμων καῦσιν,
φεῦγε φθορὰν θείας φλογώσεως.

Ἐξομολογοῦμαί σοι, Σωτήρ·
Ἥμαρτον, ἥμαρτόν σοι·
ἀλλ᾿ ἄνες, ἄφες μοι ὡς εὔσπλαγχνος.

Ἥμαρτόν σοι μόνος ἐγώ,
ἥμαρτον ὑπὲρ πάντας·
Χριστὲ Σωτήρ, μὴ ὑπερίδῃς με.

Σὺ εἶ ὁ Ποιμὴν ὁ καλός·
ζήτησόν με τὸν ἄρνα,
καὶ πλανηθέντα μὴ παρίδῃς με.

Σὺ εἶ ὁ γλυκὺς Ἰησοῦς,
σὺ εἶ ὁ Πλαστουργός μου·
ἐν σοί, Σωτήρ, δικαιωθήσομαι.

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον ἡμᾶς.

Ὦ Τριὰς Μονάς, ὁ Θεός,
σῶσον ἡμᾶς ἐκ πλάνης,
καὶ πειρασμῶν καὶ περιστάσεων.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Χαῖρε, θεοδόχε γαστήρ·
χαῖρε, θρόνε Κυρίου·
χαῖρε, ἡ μήτηρ τῆς ζωῆς ἡμῶν.

Εἱρμὸς ἄλλος.

« Στερέωσον, Κύριε,
» ἐπὶ τὴν πέτραν τῶν ἐντολῶν σου
» σαλευθεῖσαν τὴν καρδίαν μου·
» ὅτι μόνος
» ἅγιος ὑπάρχεις καὶ Κύριος.

Πηγὴν ζωῆς κέκτημαι
σὲ τοῦ θανάτου τὸν καθαιρέτην,
καὶ βοῶ σοι ἐκ καρδίας μου
πρὸ τοῦ τέλους·
Ἥμαρτον, ἱλάσθητι, σῶσόν με.

Τοὺς ἐπὶ Νῶε, Σωτήρ,
ἠσελγηκότας ἐμιμησάμην,
τὴν ἐκείνων κληρωσάμενος
καταδίκην
ἐν κατακλυσμῷ καταδύσεως.

Ἡμάρτηκα, Κύριε,
ἡμάρτηκά σοι, ἱλάσθητί μοι·
οὐ γὰρ ἔστιν ὅς τις ἥμαρτεν
ἐν ἀνθρώποις,
ὃν οὐχ ὑπερέβην τοῖς πταίσμασι.

Τὸν Χὰμ ἐκεῖνον, ψυχή,
τὸν πατραλοίαν μιμησαμένη,
τὴν αἰσχύνην οὐκ ἐκάλυψας
τοῦ πλησίον,
ὀπισθοφανῶς ἀνακάμψασα.

Τὴν εὐλογίαν τοῦ Σὴμ
οὐκ ἐκληρώσω, ψυχὴ ἀθλία·
οὐ πλατεῖαν τὴν κατάσχεσιν,
ὡς Ἰάφεθ,
ἔσχες ἐν τῇ γῇ τῆς ἀφέσεως.

Ἐκ γῆς Χαρρὰν ἔξελθε,
τῆς ἁμαρτίας, ψυχή μου, δεῦρο
εἰς γῆν ρέουσαν ἀείζωον
ἀφθαρσίαν,
ἣν ὁ Ἀβραὰμ ἐκληρώσατο.

Τὸν Ἀβραὰμ ἤκουσας
πάλαι, ψυχή μου, καταλιπόντα
γῆν πατρῴαν, καὶ γενόμενον
μετανάστην·
τούτου τὴν προαίρεσιν μίμησαι.

Ἐν τῇ δρυῒ τῇ Μαμβρῇ,
φιλοξενήσας ὁ Πατριάρχης
τοὺς Ἀγγέλους, ἐκληρώσατο
μετὰ γῆρας
τῆς ἐπαγγελίας τὸ θήραμα.

Τὸν Ἰσαάκ, τάλαινα,
γνοῦσα, ψυχή μου, καινὴν θυσίαν
μυστικῶς ὁλοκαρπούμενον
τῷ Κυρίῳ,
μίμησαι αὐτοῦ τὴν προαίρεσιν.

Τὸν Ἰσμαὴλ ἤκουσας,
νῆφε, ψυχή μου, ἐκδιωχθέντα,
ὡς παιδίσκης ἀποκύημα·
βλέπε, μήπως
ὅμοιόν τι πάθῃς λαγνεύουσα.

Τῇ Ἄγαρ πάλαι, ψυχή,
τῇ Αἰγυπτίᾳ παρωμοιώθης,
δουλωθεῖσα τὴν προαίρεσιν,
καὶ τεκοῦσα
νέον Ἰσμαήλ, τὴν αὐθάδειαν.

Τὴν Ἰακὼβ κλίμακα
ἔγνως, ψυχή μου, δεικνυομένην
ἀπὸ γῆς πρὸς τὰ οὐράνια·
τί μὴ ἔσχες
βάσιν ἀσφαλῆ τὴν εὐσέβειαν;

Τὸν ἱερέα Θεοῦ
καὶ βασιλέα μεμονωμένον,
τοῦ Χριστοῦ τὸ ἀφομοίωμα,
τοῦ ἐν κόσμῳ,
βίου ἐν ἀνθρώποις, μιμήθητι.

Μὴ γένῃ στήλη ἁλός,
ψυχή, στραφεῖσα εἰς τὰ ὀπίσω·
τὸ ὑπόδειγμα φοβείτω σε
τῶν Σοδόμων·
ἄνω εἰς Σηγὼρ διασώθητι.

Τὸν ἐμπρησμόν, ὥσπερ Λώτ,
φεῦγε, ψυχή μου, τῆς ἁμαρτίας·
φεῦγε Σόδομα καὶ Γόμορρα·
φεῦγε φλόγα
πάσης παραλόγου ὀρέξεως.

Ἐλέησον, Κύριε,
ἐλέησόν με, ἀναβοῶ σοι,
ὅτε ἥξεις μετ᾿ Ἀγγέλων σου
ἀποδοῦναι
πᾶσι κατ᾿ ἀξίαν τῶν πράξεων.

Τὴν δέησιν, Δέσποτα,
τῶν σὲ ὑμνούντων μὴ ἀπορρίψῃς·
ἀλλ᾿ οἰκτείρησον, φιλάνθρωπε,
καὶ παράσχου
πίστει αἰτουμένοις τὴν ἄφεσιν.

Δόξα.

Μονὰς ἁπλῆ, ἄκτιστε,
ἄναρχε φύσις, ἡ ἐν Τριάδι,
ὑμνουμένη ὑποστάσεων,
ἡμᾶς σῶσον
πίστει προσκυνοῦντας τὸ κράτος σου.

Καὶ νῦν. Θεοτοκίον.

Τὸν ἐκ Πατρὸς ἄχρονον
Υἱὸν ἐν χρόνῳ, Θεοκυῆτορ,
ἀπειράνδρως ἀπεκύησας·
ξένον θαῦμα!
μείνασα Παρθένος θηλάζουσα.

Πηγή:users.uoa.gr

Αρέσει σε %d bloggers: