Κανών Παρακλητικός εις την Υπεραγίαν Θεοτόκον υπέρ των αδίκως φυλακισθέντων

Ποίημα Στυλιανού Μακρή, Δρος Θ.

Πρωτοπρεσβυτέρου του Οικουμενικού Θρόνου

Ευλογήσαντος του Ιερέως, λέγομεν τον παρόντα ψαλμόν.
Κύριε, εισάκουσον της προσευχής μου, ενώτισαι την δέησίν μου εν τη αληθεία
Σου, εισάκουσόν μου εν τη δικαιοσύνη Σου· και μη εισέλθης εις κρίσιν μετά
του δούλου Σου, ότι ου δικαιωθήσεται ενώπιόν Σου πας ζων. Ότι κατεδίωξεν ο
εχθρός την ψυχήν μου, εταπείνωσεν εις γην την ζωήν μου, εκάθισέ με εν
σκοτεινοίς, ως νεκρούς αιώνος· και ηκηδίασεν επ’ εμέ το πνεύμά μου, εν εμοί
εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις
έργοις Σου, εν ποιήμασι των χειρών Σου εμελέτων. Διεπέτασα προς Σε τας
χείράς μου, η ψυχή μου ως γη άνυδρός Σοι. Ταχύ εισάκουσόν μου, Κύριε,
εξέλιπε το πνεύμά μου· μη αποστρέψης το πρόσωπόν Σου απ’ εμού και
ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον. Διαβάστε τη συνέχεια του άρθρου »