Πρωϊνὴ Προσευχὴ

898Γέροντος Σωφρονίου

Αἰώνιε Κύριε, Δημιουργὲ τῶν ἁπάντων,
ὁ καλέσας με εἰς τὴν ζωὴν ταύτην τῇ ἀνεξερευνήτῳ Σου ἀγαθότητι·
ὁ δούς μοι τὴν Χάριν τοῦ Βαπτίσματος καὶ τὴν σφραγῖδα τοῦ Ἁγίου Πνεύματος·
ὁ κοσμήσας με τῇ ἐπιθυμίᾳ τοῦ ἀναζητεῖν Σε, τὸν μόνον ἀληθινὸν Θεόν,
ἐπάκουσον τῆς δεήσεώς μου.
Ὁ Θεός μου, οὐκ ἔχω ζωήν, φῶς, χαράν, σοφίαν, δύναμιν ἄνευ Σοῦ.
Ἀλλὰ Σὺ εἶπας τοῖς μαθηταῖς Σου: «Πάντα ὅσα ἐὰν αἰτήσητε ἐν τῇ προσευχῇ πιστεύοντες, λήψεσθε».
Ὅθεν τολμῶ ἐπικαλεῖσθαί Σε: Καθάρισόν με ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος.
Δίδαξόν με πῶς δεῖ προσεύχεσθαι.
Εὐλόγησον τὴν ἡμέραν ταύτην ἣν ἐχάρισάς μοι, τῷ ἀναξίῳ δούλῳ Σου.
Ἰκάνωσόν με τῇ δυνάμει τῆς Χάριτός Σου ἀδιαλείπτως ὁμιλεῖν καὶ ἐργάζεσθαι πρὸς τὴν Σὴν δόξαν ἐν πνεύματι καθαρότητος, ταπεινώσεως, ὑπομονῆς, ἀγάπης, εὐγενείας, εἰρήνης, ἀνδρείας καὶ σοφίας, ἐπιγινώσκειν ἀεὶ τὴν ἁπανταχοῦ παρουσίαν Σου. Διαβάστε τη συνέχεια του άρθρου »