Ο Ύμνος των Αγίων Τριών Παίδων (Πρωί Μεγάλου Σαββάτου)

paides

Από το 3ο κεφάλαιο του Δανιήλ

… Τότε οἱ τρεῖς ὡς ἐξ ἑνὸς στόματος ὕμνουν καὶ ἐδόξαζον καὶ ηὐλόγουν τὸν Θεὸν ἐν τῇ καμίνῳ λέγοντες: Εὐλογητὸς εἶ, Κύριε ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας, καὶ εὐλογημένον τὸ ὄνομα τῆς δόξης σου τὸ ἅγιον καὶ ὑπεραινετὸν καὶ ὑπερυψούμενον εἰς πάντας τοὺς αἰῶνας. Εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς ἁγίας δόξης σου καὶ ὑπερύμνητος καὶ ὑπερένδοξος εἰς τοὺς αἰῶνας. Εὐλογημένος εἶ ὁ ἐπιβλέπων ἀβύσσους, καθήμενος ἐπὶ Χερουβὶμ καὶ αἰνετὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας. Εὐλογημένος εἶ ἐπὶ θρόνου τῆς βασιλείας σου καὶ ὑπερύμνητος καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας. Εὐλογημένος εἶ ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ καὶ ὑμνητὸς καὶ δεδοξασμένος εἰς τοὺς αἰῶνας.

Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. Διαβάστε τη συνέχεια του άρθρου »

Χαιρετισμοί εις την Υπεραγίαν Θεοτόκον (Αγίου Νεοφύτου του Εγκλείστου)

Panagia, I_M_N_ Ag_ Napas Lemesos

Παναγία, η Αγία Νάπα.

Χαίρε Θρόνε βαστάζων τον βασιλέα της δόξης, ον άνω τα Χερουβείμ ατενίσαι ου δύνανται.

Χαίρε υψηλοτέρα των ουρανίων ταγμάτων, ως χωρήσασα τον τούτοις αχώρητον και βαστάσασα τον τούτοις αθεώρητον.

Χαίρε θεοκατόρθωτε πρώτε ουρανέ, εν ω κατοικεί το ανέσπερον φως.

Χαίρε στερέωμα, εξ ου ο της δικαιοσύνης ήλιος ανέτειλεν.

Χαίρε άδυτε ήλιε, δι΄ ου κατηυγάσθη της οικουμένης το πέρατα.

Χαίρε σελήνη παμφώτιστε, δι’ ής το της απιστίας απελήλαται σκότος, και το της πίστεως φως αντεισήχθη.

Χαίρε το των ποικίλων αστέρων πολυπλάσιον φέγγος. Διαβάστε τη συνέχεια του άρθρου »